Blogger Widgets

Τρίτη, 29 Ιανουαρίου 2013

"Θαρσείτω λαός τοῦ Θεοῦ• καί γάρ αὐτός πολεμήσει τούς ἐχθρούς ὡς παντοδύναμος"






Ψάλλει ο χορός ψαλτών "ΤΡΙΚΚΗΣ ΜΕΛΩΔΟΙ"

«Τήν παγκόσμιον δόξαν,
τήν ἐξ ἀνθρώπων σπαρεῖσαν
,
καί τόν Δεσπότην τεκοῦσαν,
τήν ἐπουράνιον πύλην,
ὑμνήσωμεν Μαρίαν τήν Παρθένον,
τῶν Ἀσωμάτων τό ἆσμα,
καί τῶν πιστῶν τό ἐγκαλλώπισμα·
αὕτη γάρ ἀνεδείχθη οὐρανός
καί ναός τῆς Θεότητος·
αὕτη τό μεσότειχον
τῆς ἔχθρας καθελοῦσα,
εἰρήνην ἀντεισῆξε,
καί τό βασίλειον ἠνέῳξε.
Ταύτην οὖν κατέχοντες,
τῆς πίστεως τήν ἄγκυραν,
ὑπέρμαχον ἔχομεν,
τόν ἐξ αὐτῆς τεχθέντα Κύριον.
Θαρσείτω, τοίνυν,
θαρσείτω λαός τοῦ Θεοῦ·
καί γάρ αὐτός
πολεμήσει τούς ἐχθρούς
ὡς παντοδύναμος»